Ancient Greek
Section 100
Demosthenes, κατὰ Τιμοκράτους 100
Not analysed yet
χρῆν γὰρ τοῦτό γέ σʼ, ὦ Τιμόκρατες, προσγράψαι τῷ νόμῳ, οὗπερ ἐποίεις κατὰ τῶν τελωνῶν καὶ τῶν ἐγγυητῶν ,καὶ εἰ κατά τινων ἐν ἄλλῳ τινὶ νόμῳ ἢ ψηφίσματι τὰς αὐτὰς εἴρηται πράξεις ὧν ὀφείλουσιν εἶναι ἃς περὶ τῶν τελωνῶν, καὶ κατὰ τούτων εἶναι τὰς πράξεις κατὰ τοὺς ὑπάρχοντας νόμους.