Ancient Greek
Section 36
Demosthenes, κατὰ Τιμοκράτους 36
Not analysed yet
τοῦτό τʼ οὖν ὑπὲρ ὑμῶν φυλαττόμενος ταῦτα προεῖπε καὶ ἔτι πρὸς τούτῳ βουλόμενος φύλακας ὑμᾶς τῶν νόμων καταστῆσαι· ᾔδει γὰρ ἐκεῖνο, ὅτι τὰς ἄλλας ἃς γέγραφʼ αὐτῶν φυλακὰς ἔστι πολλαχῇ διακρούσασθαι. τοὺς συνηγόρους, οὓς χειροτονεῖτε, δύναιτʼ ἂν πεῖσαί τις σιωπᾶν. ἐκτιθέναι κελεύει τοῦ προειδέναι πάντας· τάχʼ ἄν, εἰ τύχοι, τοὺς μὲν ἀντειπόντας ἂν εἰ προαίσθοιντο, λάθοι, οἱ δʼ οὐδὲν προσέχοντες ἀναγνοῖεν ἄν.