Ancient Greek · ~1 min
Section 28
Demosthenes, κατὰ Φιλίππου β΄ 28
Not analysed yet
περὶ μὲν δὴ τῶν ἡμῖν πρακτέων καθʼ ὑμᾶς αὐτοὺς ὕστερον βουλεύσεσθε, ἂν σωφρονῆτε· ἃ δὲ νῦν ἀποκρινάμενοι τὰ δέοντʼ ἂν εἴητʼ ἐψηφισμένοι, ταῦτʼ ἤδη λέξω. ΑΠΟΚΡΙΣΙΣ. ἦν μὲν οὖν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἐνεγκόντας τὰς ὑποσχέσεις, ἐφʼ αἷς ἐπείσθητε ποιήσασθαι τὴν εἰρήνην, καλεῖν·