Ancient Greek · ~1 min
Section 67
Demosthenes, κατὰ Φιλίππου γ΄ 67
Not analysed yet
μωρία καὶ κακία τὰ τοιαῦτʼ ἐλπίζειν, καὶ κακῶς βουλευομένους καὶ μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι πόλιν οἰκεῖν τὸ μέγεθος ὥστε μηδέν, μηδʼ ἂν ὁτιοῦν ᾖ, δεινὸν πείσεσθαι.