Ancient Greek · ~1 min
Section 76
Demosthenes, κατὰ Φιλίππου γ΄ 76
Not analysed yet
ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω· καὶ οἴομαι καὶ νῦν ἔτʼ ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων. εἰ δέ τις ἔχει τούτων τι βέλτιον, λεγέτω καὶ συμβουλευέτω. ὅ τι δʼ ὑμῖν δόξει, τοῦτʼ, ὦ πάντες θεοί, συνενέγκοι.