Ancient Greek
Section 28
Demosthenes, κατὰ Φιλίππου δ΄ 28
Not analysed yet
τὸ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ τοιαῦτʼ ὀκνηρῶς διακεῖσθαι, ἃ δεῖ τοῖς σώμασι καὶ ταῖς οὐσίαις λῃτουργῆσαι ἕκαστον, ἐστὶ μὲν οὐκ ὀρθῶς ἔχον, οὐδὲ πολλοῦ δεῖ, οὐ μὴν ἀλλʼ ἔχει τινὰ πρόφασιν ὅμως· τὸ δὲ μηδʼ ὅσʼ ἀκοῦσαι δεῖ μηδʼ ὅσα βουλεύσασθαι προσήκει, μηδὲ ταῦτʼ ἐθέλειν ,τοῦτʼ ἤδη πᾶσαν ἐπιδέχεται κατηγορίαν.