Ancient Greek · ~1 min
Section 53
Demosthenes, κατὰ Φιλίππου δ΄ 53
Not analysed yet
ἀλλʼ ὅμως εἰς τοσαῦτα μέρη καὶ τοσαύτας δυναστείας διῃρημένων ,εἰ δεῖ τἀληθῆ μετὰ παρρησίας εἰπεῖν, τὰ παρʼ οὐδέσι τούτων ἀρχεῖα καὶ βουλευτήριʼ ἐρημότερʼ ἄν τις ἴδοι τῶν Ἑλληνικῶν πραγμάτων ἢ τὰ παρʼ ἡμῖν, εἰκότως· οὔτε γὰρ φιλῶν οὔτε πιστεύων οὔτε φοβούμενος οὐδεὶς ἡμῖν διαλέγεται.