Ancient Greek · ~1 min
Section 9
Demosthenes, κατὰ Φιλίππου δ΄ 9
Not analysed yet
ταύτης ὀλιγωρουμένης, Μέγαρʼ ἑάλω παρὰ μικρόν. οὐδὲν ἐφροντίσατʼ οὐδʼ ἐπεστράφητʼ οὐδὲν τούτων, οὐδʼ ἐνεδείξασθε τοῦθʼ ὅτι οὐκ ἐπιτρέψετε τοῦτο ποιεῖν αὐτῷ· Ἀντρῶνας ἐπρίατο καὶ μετʼ οὐ πολὺν χρόνον τὰ ἐν Ὠρεῷ πράγματʼ εἰλήφει.