Ancient Greek · ~1 min
Section 15
Demosthenes, ὑπὲρ Μεγαλοπολιτῶν 15
Not analysed yet
ἔστι δὲ τοῦτο τί; τοὺς ἀδικουμένους σῴζειν. εἰ τοίνυν ταῦθʼ οὕτως ἔχει, οὐκέτʼ ἂν ἡμεῖς εἴημεν οἱ μεταβαλλόμενοι, ἀλλʼ οἱ μὴ ʼθέλοντες τοῖς δικαίοις ἐμμένειν, καὶ φανήσεται τὰ πράγματʼ ἀεὶ διὰ τοὺς πλεονεκτεῖν βουλομένους μεταβαλλόμενα, οὐχ ἡ πόλις ἡμῶν.