Ancient Greek · ~1 min
Section 17
Demosthenes, ὑπὲρ Μεγαλοπολιτῶν 17
Not analysed yet
ὀψὲ γὰρ ἂν φιλάνθρωποι γεγονότες εἶεν· ἀλλʼ ἵνα πᾶσι δοκῶσι συμπράττειν ὅπως ἕκαστοι κομίσωνται ταῦθʼ ἅ φασιν αὑτῶν εἶναι, ἐπειδὰν δʼ ἴωσʼ ἐπὶ Μεσσήνην αὐτοί, συστρατεύωνται πάντες αὐτοῖς οὗτοι καὶ βοηθῶσι προθύμως, ἢ δοκῶσʼ ἀδικεῖν, περὶ ὧν ἔφασαν ἕκαστοι σφῶν αὐτῶν εἶναι συμψήφους λαβόντες ἐκείνους, μὴ τὴν ὁμοίαν αὐτοῖς ἀποδιδόντες.