Ancient Greek · ~1 min
Section 32
Demosthenes, ὑπὲρ Μεγαλοπολιτῶν 32
Not analysed yet
ἐγὼ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεοὺς οὔτε φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλʼ ἃ νομίζω συμφέρειν ὑμῖν· καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας, μηδʼ ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ μείζονι.