Ancient Greek · ~1 min
Section 1
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 1
Not analysed yet
οὐδεμιᾷ φιλοπραγμοσύνῃ μὰ τοὺς θεούς, ὦ ἄνδρες δικασταί, τὴν δίκην ταύτην ἔλαχον Βοιωτῷ, οὐδʼ ἠγνόουν ὅτι πολλοῖς ἄτοπον δόξει τὸ δίκην ἐμὲ λαγχάνειν, εἴ τις ἐμοὶ ταὐτὸν ὄνομʼ οἴεται δεῖν ἔχειν· ἀλλʼ ἀναγκαῖον ἦν ἐκ τῶν συμβησομένων, εἰ μὴ τοῦτο διορθώσομαι, ἐν ὑμῖν κριθῆναι.