Ancient Greek · ~2 min
Section 20
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 20
Not analysed yet
ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμβαίνοντα, καὶ τὴν ἀηδίαν τὴν ἐκ τοῦ πράγματος. εἰ τοίνυν μηδὲν ἀηδὲς ἦν ἐκ τούτων, μηδʼ ὅλως ἀδύνατον ταὐτὸν ἔχειν ὄνομʼ ἡμῖν συνέβαινεν, οὐ δήπου τοῦτον μὲν δίκαιον τὸ μέρος τῶν χρημάτων ἔχειν κατὰ τὴν ποίησιν, ἣν ὁ πατὴρ αὐτὸν ἀναγκασθεὶς ἐποιήσατο, ἐμὲ δʼ ἀφαιρεθῆναι τοὔνομα, ὃ βουλόμενος καὶ οὐδʼ ὑφʼ ἑνὸς βιασθεὶς ἔθετο. οὐκ ἔγωγʼ ἡγοῦμαι. ἵνα τοίνυν εἰδῆτε, ὅτι οὐ μόνον εἰς τοὺς φράτερας οὕτως, ὡς μεμαρτύρηται, ὁ πατὴρ τὴν ἐγγραφὴν ἐποιήσατο, ἀλλὰ καὶ τὴν δεκάτην ἐμοὶ ποιῶν τοὔνομα τοῦτʼ ἔθετο, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.