Ancient Greek · ~1 min
Section 5
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 5
Not analysed yet
συμβάσης δὲ τῷ πατρὶ τῆς τελευτῆς πρὶν τὰς εἰς τοὺς δημότας ἐγγραφὰς γενέσθαι, ἐλθὼν εἰς τοὺς δημότας οὑτοσὶ ἀντὶ Βοιωτοῦ Μαντίθεον ἐνέγραψεν ἑαυτόν. τοῦτο δʼ ὅσα βλάπτει ποιῶν πρῶτον μὲν ἐμέ, εἶτα δὲ καὶ ὑμᾶς, ἐγὼ διδάξω, ἐπειδὰν ὧν λέγω παράσχωμαι μάρτυρας. ΜΑΡΤΥΡΕΣ.