Ancient Greek · ~1 min
Section 16
Demosthenes, παραγραφὴ ὑπὲρ Φορμίωνος 16
Not analysed yet
πάλιν, ὡς ὁρᾶτε, δικάζεται, πάσας αἰτίας συμπλάσας καὶ ἐγκλήματʼ ἐκ παντὸς τοῦ χρόνου τοῦ πρὸ τούτου (τοῦτο γάρ ἐστιν μέγιστον ἁπάντων), ἃ οὐδεπώποτʼ ᾐτιάσατο. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν γνῶσιν τὴν γενομένην ἐν ἀκροπόλει, καὶ τὴν μαρτυρίαν τῶν παραγενομένων, ὅτʼ ἀφίει τῶν ἐγκλημάτων ἁπάντων Ἀπολλόδωρος, λαμβάνων τοῦτο τὸ ἀργύριον. ΓΝΩΣΙΣ. ΜΑΡΤΥΡΙΑ.