Ancient Greek · ~2 min
Section 21
Demosthenes, παραγραφὴ ὑπὲρ Φορμίωνος 21
Not analysed yet
καίτοι εἰ ἠφάνιστο τὰ γράμματα, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανεν; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, τὴν μὲν νομὴν ἀκηκόαθʼ ἣν ἐνείματο, καὶ μεμαρτύρηται ὑμῖν· τῶν δὲ λήξεων τούτων ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας. λαβὲ τὰς μαρτυρίας μοι. ΜΑΡΤΥΡΙΑΙ. οὐκοῦν ἐν ταύταις ταῖς λήξεσιν ὡμολόγηκεν ἀπειληφέναι τὰ τοῦ πατρὸς γράμματα· οὐ γὰρ δὴ συκοφαντεῖν γε, οὐδʼ ὧν οὐκ ὤφειλον οὗτοι δικάζεσθαι φήσειεν ἄν.