Ancient Greek · ~1 min
Section 24
Demosthenes, παραγραφὴ ὑπὲρ Φορμίωνος 24
Not analysed yet
συκοφαντοῦντος τούτου καὶ παρὰ τοὺς νόμους δικαζομένου παρεγραψάμεθʼ ἐκ τῶν νόμων μὴ εἶναι τὴν δίκην εἰσαγώγιμον. ἵνʼ οὖν εἰδῆθʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, τόν τε νόμον ὑμῖν τοῦτον ἀναγνώσεται καὶ τὰς μαρτυρίας ἐφεξῆς τῶν παρόντων, ὅτʼ ἀφίει τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων Ἀπολλόδωρος. λαβέ μοι τὰς μαρτυρίας ταυτασὶ καὶ τὸν νόμον. ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ.