Ancient Greek
Section 40
Demosthenes, παραγραφὴ ὑπὲρ Φορμίωνος 40
Not analysed yet
ἵνα δʼ εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τό τε πλῆθος τῶν χρημάτων ὧν εἴληφε, καὶ τὰς λῃτουργίας ἃς λελῃτούργηκεν, ἀναγνώσεται ὑμῖν καθʼ ἓν ἕκαστον. λαβέ μοι τὸ βιβλίον τουτὶ καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί. ΒΙΒΛΙΟΝ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.