Ancient Greek · ~2 min
Section 55
Demosthenes, παραγραφὴ ὑπὲρ Φορμίωνος 55
Not analysed yet
καὶ νὴ Δίʼ ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω πάνθʼ ὅσα τοῦ τρόπου τοῦ Φορμίωνός ἐστι σημεῖα καὶ τῆς τούτου δικαιοσύνης καὶ φιλανθρωπίας, καὶ ταῦτʼ εἰς τὸ πρᾶγμʼ εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ὁ μὲν γὰρ περὶ πάντʼ ἄδικος τάχʼ ἄν, εἰ τύχοι, καὶ τοῦτον ἠδίκει· ὁ δὲ μηδένα μηδὲν ἠδικηκώς, πολλοὺς δʼ εὖ πεποιηκὼς ἑκών, ἐκ τίνος εἰκότως ἂν τρόπου τοῦτον μόνον ἠδίκει τῶν πάντων; τούτων τοίνυν τῶν μαρτυριῶν ἀκούσαντες γνώσεσθε τὸν ἑκατέρου τρόπον. ΜΑΡΤΥΡΙΑΙ.