Ancient Greek
Section 61
Demosthenes, παραγραφὴ ὑπὲρ Φορμίωνος 61
Not analysed yet
ἐὰν δʼ ἀπορῶν αἰτίας καὶ βλασφημίας λέγῃ καὶ κακολογῇ, μὴ προσέχετε τὸν νοῦν, μηδʼ ὑμᾶς ἡ τούτου κραυγὴ καὶ ἀναίδειʼ ἐξαπατήσῃ, ἀλλὰ φυλάττετε καὶ μέμνησθʼ ὅσʼ ἡμῶν ἀκηκόατε. κἂν ταῦτα ποιῆτε, αὐτοί τʼ εὐορκήσετε καὶ τοῦτον δικαίως σώσετε, ἄξιον ὄντα νὴ τὸν Δία καὶ θεοὺς ἅπαντας.