Ancient Greek · ~1 min
Section 7
Demosthenes, παραγραφὴ ὑπὲρ Φορμίωνος 7
Not analysed yet
ὃν μὲν τοίνυν τρόπον ἡ μίσθωσις ἐγένετο, μεμαρτύρηται ὑμῖν ὑπʼ αὐτοῦ τοῦ ἐπικαθημένου· ἐπιγενομένης δʼ ἀρρωστίας τῷ Πασίωνι μετὰ ταῦτα, σκέψασθʼ ἃ διέθετο. λαβὲ τῆς διαθήκης τὸ ἀντίγραφον καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί. ΔΙΑΘΗΚΗ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.