Ancient Greek
Section 12
Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν 12
Not analysed yet
οὐ γὰρ δὴ λέληθέ γʼ αὐτοὺς οὐδὲν τούτων· ἀλλʼ εἰς τοῦθʼ ὕβρεως ἥκουσιν ὥστε δορυφορούμενοι τοῖς τοῦ τυράννου στρατοπέδοις ἐν μὲν τοῖς παραβεβασμένοις ὅρκοις ἐμμένειν ὑμῖν διακελεύονται, ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου, τοὺς δʼ ἰδίους ὑμᾶς νόμους ἀναγκάζουσι λύειν, τοὺς μὲν κεκριμένους ἐν τοῖς δικαστηρίοις ἀφιέντες, ἕτερα δὲ παμπληθῆ τοιαῦτα βιαζόμενοι παρανομεῖν.