Ancient Greek
Section 20
Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν 20
Not analysed yet
οὐκοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐναργέστατα ἑοράκατε τοῦθʼ ὑπὸ τῶν Μακεδόνων γεγενημένον· εἰς τοῦτο γὰρ ὑπεροψίας ἦλθον ὥστε εἰς Τένεδον ἅπαντα τὰ ἐκ τοῦ Πόντου πλοῖα κατήγαγον, καὶ σκευωρούμενοι περὶ αὐτὰ οὐ πρότερον ἀνεῖσαν, πρὶν ὑμεῖς ἐψηφίσασθε τριήρεις ἑκατὸν πληροῦν καὶ καθέλκειν εὐθὺς τότε, καὶ στρατηγὸν ἐπʼ αὐταῖς ἐτάξατε Μενεσθέα.