Ancient Greek
Section 28
Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν 28
Not analysed yet
οὐ γὰρ δὴ ἔστι γʼ εἰπεῖν ὡς Ἀθήνησι μὲν ἀφθόνων ὄντων τῶν ναυπηγησίμων ξύλων, τῶν μόγις καὶ πόρρωθεν εἰσκομιζομένων, ἐν δὲ τῇ Μακεδονίᾳ ἐπιλελοιπότων, τῇ καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις εὐτελέστατα καθισταμένῃ, ἀλλʼ ᾤονθʼ ἅμα τε ναυπηγήσεσθαι ἐνταῦθα καὶ πληρώσεσθαι ἐν τῷ λιμένι ,ἐν ταῖς κοιναῖς ὁμολογίαις διειρημένον μηδὲν τοιοῦτον εἰσδέχεσθαι, καὶ τοῦτʼ ἐξέσεσθαι ἐπὶ πλέον ἀεὶ ποιεῖν.