Ancient Greek
Section 4
Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν 4
Not analysed yet
παρὰ τοὺς ὅρκους τοίνυν καὶ τὰς συνθήκας τὰς ἐν τῇ κοινῇ εἰρήνῃ γεγραμμένας Ἀλέξανδρος εἰς Μεσσήνην καταγαγὼν τοὺς Φιλιάδου παῖδας, ὄντας τυράννους, ἆρʼ ἐφρόντισε τοῦ δικαίου, ἀλλʼ οὐκ ἐχρήσατο τῷ αὑτοῦ ἤθει τῷ τυραννικῷ, βραχὺ φροντίσας ὑμῶν καὶ τῆς κοινῆς ὁμολογίας;