Ancient Greek
Section 9
Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν 9
Not analysed yet
ἢ νομίζετε τὸν μὲν καιρόν ποτʼ ἰσχύειν καὶ ἄνευ τοῦ δικαίου τὸ συμφέρον πράττειν· νυνὶ δʼ, ὅτʼ εἰς ταὐτὸν τὸ δίκαιον ἅμα καὶ ὁ καιρὸς καὶ τὸ συμφέρον συνδεδράμηκεν, ἄλλον ἄρα τινὰ χρόνον ἀναμενεῖτε τῆς ἰδίας ἐλευθερίας ἅμα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἀντιλαβέσθαι;