Ancient Greek · ~2 min
Section 30
Demosthenes, περὶ τῶν συμμοριῶν 30
Not analysed yet
ὁ μέν γε χρυσίον, ὥς φασιν, ἄγει πολύ. τοῦτο δʼ ἂν διαδῷ ζητήσει· καὶ γὰρ τὰς κρήνας καὶ τὰ φρέατʼ ἐπιλείπειν πέφυκεν, ἄν τις ἀπʼ αὐτῶν ἁθρόα πολλὰ λαμβάνῃ. ἡμῖν δὲ τὸ τῆς χώρας τίμημʼ ὑπάρχον ἀφορμὴν ἀκούσεται, ὑπὲρ ἧς ὡς μὲν τοὺς ἐπιόντας ἐκείνων ἀμυνόμεθα, οἱ Μαραθῶνι τῶν προγόνων αὐτοῦ μάλιστʼ ἂν εἰδεῖεν, ἕως δʼ ἂν κρατῶμεν, οὐκ ἔνι δήπου χρήμαθʼ ἡμᾶς ἐπιλείπειν.