Ancient Greek · ~1 min
Section 38
Demosthenes, περὶ τῶν συμμοριῶν 38
Not analysed yet
μὴ οὖν ἐξελέγξηθʼ ὡς κακῶς ἔχει τὰ Ἑλληνικά, συγκαλοῦντες ὅτʼ οὐ πείσονται, καὶ πολεμοῦντες ὅτʼ οὐ δυνήσεσθε· ἀλλʼ ἔχεθʼ ἡσυχίαν θαρροῦντες καὶ παρασκευαζόμενοι, καὶ βούλεσθʼ ἀπαγγέλλεσθαι μὲν περὶ ὑμῶν πρὸς βασιλέα, μὴ μὰ Δίʼ ὡς ἀποροῦσιν ἢ φοβοῦνται ἢ θορυβοῦνται πάντες ,πολλοῦ γε καὶ δεῖ·