Ancient Greek
Section 26
Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 26
Not analysed yet
χωρὶς δὲ τούτων ἐνθυμήθητε, διὰ τί ἄν ποτε ὁ πατήρ, εἴπερ ἡ μὲν ἐμὴ μήτηρ μὴ ἦν ἐγγυητὴ μηδὲ ἠνέγκατο προῖκα, ἡ δὲ τούτων ἠνέγκατο, τοὺς μὲν οὐκ ἔφη αὑτοῦ υἱεῖς εἶναι, ἐμὲ δὲ καὶ ἐποιεῖτο καὶ ἐπαίδευεν; ὅτι νὴ Δία, ὡς οὗτοι φήσουσιν, ἐμοὶ χαριζόμενος καὶ τῇ ἐμῇ μητρὶ τούτους ἠτίμαζεν.