Ancient Greek
Section 3
Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 3
Not analysed yet
ἀποστεροῦμαι δὲ τὴν προῖκα τῆς ἐμαυτοῦ μητρός, περὶ ἧς νυνὶ δικάζομαι, αὐτὸς μὲν τούτοις δίκας ὑπὲρ ὧν ἐνεκάλουν μοι πάντων δεδωκώς, πλὴν εἴ τινα νῦν ἕνεκα τῆς δίκης ταύτης ἀντειλήχασίν μοι συκοφαντοῦντες, ὡς καὶ ὑμῖν ἔσται καταφανές, παρὰ δὲ τούτων ἐν ἕνδεκα ἔτεσιν οὐ δυνάμενος τυχεῖν τῶν μετρίων, ἀλλὰ νῦν εἰς ὑμᾶς καταπεφευγώς.