Ancient Greek
Section 35
Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 35
Not analysed yet
ὡς δʼ ἐν κεφαλαίῳ εἰπεῖν, κακά μοι παρέχων ἠνάγκασέ με λαχεῖν αὑτῷ δίκην περὶ τοῦ ὀνόματος, οὐχ ἵνα χρήματα παρʼ αὐτοῦ λάβω, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἵνα, ἐὰν ὑμῖν δοκῶ δεινὰ πάσχειν καὶ βλάπτεσθαι μεγάλα, οὑτοσὶ καλῆται Βοιωτός, ὥσπερ ὁ πατὴρ αὐτῷ ἔθετο. ὅτι τοίνυν ἀληθῆ καὶ ταῦτα λέγω, λαβέ μοι καὶ τὰς περὶ τούτων μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.