Ancient Greek
Section 41
Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 41
Not analysed yet
φέρε γάρ, εἴ τις αὐτὸν ξενίας γράψαιτο λέγων ὡς διομνύμενος ὁ πατὴρ οὐκ ἔφη τοῦτον υἱὸν αὑτοῦ εἶναι, ἔσθʼ ὅτῳ ἂν ἄλλῳ ἰσχυρίζοιτο πρὸς ταῦτα ἢ διότι τῆς μητρὸς αὐτῶν ὀμοσάσης καὶ τοῦ διαιτητοῦ καταγνόντος ἠναγκάσθη ὁ πατὴρ ἡμῶν ἐμμεῖναι τῇ διαίτῃ;