Ancient Greek
Section 51
Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 51
Not analysed yet
ἡ δὲ τούτων μήτηρ Πλαγγών, τρέφουσα μεθʼ αὑτῆς τούτους καὶ θεραπαίνας συχνὰς καὶ αὐτὴ πολυτελῶς ζῶσα, καὶ εἰς ταῦτα τὸν πατέρα τὸν ἐμὸν χορηγὸν ἑαυτῇ ὑπὸ τῆς ἐπιθυμίας ἔχουσα καὶ πολλὰ δαπανᾶν ἀναγκάζουσα, οὐκ ἴσα δήπου τῆς ἐκείνου οὐσίας ἐμοὶ ἀνήλωκεν, ὥστε πολὺ μᾶλλον προσήκει ἐμὲ τούτοις ἐγκαλεῖν ἢ αὐτὸν ἐγκλήματʼ ἔχειν ὑπὸ τούτων.