Ancient Greek · ~1 min
Section 12
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 12
Not analysed yet
καὶ ὡς ταῦτʼ ἀληθῆ λέγω, παρέξομαι μὲν καὶ μάρτυρας ὑμῖν τοὺς εἰδότας, πολὺ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτύρων ἰσχυρότερα τεκμήρια. Καλλικλῆς μὲν γάρ φησιν τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν· ἐγὼ δʼ ἀποδείξω χωρίον ὂν τοῦτο, ἀλλʼ οὐ χαράδραν.