Ancient Greek · ~2 min
Section 21
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 21
Not analysed yet
τοσοῦτον τοίνυν διαφέρουσιν οὗτοι τῶν ἄλλων, ὥστε πεπονθότες μὲν οὐδέν, ὡς αὐτίχʼ ὑμῖν ἐγὼ σαφῶς ἐπιδείξω, πολλῶν δὲ πολλὰ καὶ μεγάλα βεβλαμμένων, μόνοι δικάζεσθαι τετολμήκασιν οὗτοί μοι. καίτοι πᾶσι μᾶλλον ἐνεχώρει τοῦτο πράττειν. οὗτοι μὲν γάρ, εἰ καί τι πεπόνθασιν, αὐτοὶ διʼ αὑτοὺς βεβλαμμένοι συκοφαντοῦσιν· ἐκεῖνοι δέ, εἰ καὶ μηδὲν ἄλλο, τοιαύτην γʼ οὐδεμίαν αἰτίαν ἔχουσιν. ἀλλʼ ἵνα μὴ πάνθʼ ἅμα συνταράξας λέγω, λαβέ μοι τὰς τῶν γειτόνων μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.