Ancient Greek · ~1 min
Section 25
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 25
Not analysed yet
τοσαῦτʼ, ὦ ἄνδρες δικασταί, τὰ συμβάντʼ ἦν τούτοις, ἀνθʼ ὧν ἐγὼ χιλίων δραχμῶν δίκην ἀτίμητον φεύγω. οὐ γὰρ δὴ τειχίον γʼ εἰ παλαιὸν ἐπῳκοδόμησεν, ἐμοὶ καὶ τοῦτο λογιστέον ἐστίν, ὃ μήτʼ ἔπεσεν μήτʼ ἄλλο δεινὸν μηδὲν ἔπαθεν. ὥστʼ εἰ συνεχώρουν αὐτοῖς ἁπάντων αἴτιος εἶναι τῶν συμβεβηκότων, τά γε βρεχθέντα ταῦτʼ ἦν.