Ancient Greek · ~1 min
Section 27
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 27
Not analysed yet
ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ τὸν χλῆδον εἰς τὴν ὁδὸν ἐκβεβλήκασιν, καὶ τὴν αἱμασιὰν προαγαγόντες στενοτέραν τὴν ὁδὸν πεποιήκασιν, ἔτι δʼ ὡς ὅρκον ἐδίδουν ἐγὼ τῇ τούτων μητρί, καὶ τὴν ἐμαυτοῦ τὸν αὐτὸν ὀμόσαι προὐκαλούμην, λαβέ μοι τάς τε μαρτυρίας καὶ τὴν πρόκλησιν. ΜΑΡΤΥΡΙΑΙ. ΠΡΟΚΛΗΣΙΣ.