Ancient Greek · ~1 min
Section 30
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 30
Not analysed yet
δῆλον γὰρ ὅτι μεγάλοις λίθοις ἀποικοδομηθέντος πάλιν τὸ ὕδωρ εἰς τὸ ἐμὸν ἥξει χωρίον, εἶθʼ ὅταν τύχῃ καταβαλεῖ τὴν αἱμασιὰν ἀπροσδοκήτως. ἀλλʼ οὐδὲν μᾶλλον ἐγκαλῶ τούτοις ἐγὼ διὰ τοῦτο, ἀλλὰ στέργω τὴν τύχην καὶ τἀμαυτοῦ φυλάττειν πειράσομαι. καὶ γὰρ τοῦτον φράττοντα μὲν τὰ ἑαυτοῦ σωφρονεῖν ἡγοῦμαι, δικαζόμενον δέ μοι πονηρότατόν τʼ εἶναι καὶ διεφθαρμένον ὑπὸ νόσου νομίζω.