Ancient Greek
Section 4
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 4
Not analysed yet
ἐν δὲ τούτοις τοῖς ἔτεσιν ἅπασιν οὔτʼ ἐγκαλῶν οὐδεὶς πώποτʼ ἦλθεν οὔτε μεμφόμενος (καίτοι δῆλον ὅτι καὶ τόθʼ ὕδατα πολλάκις ἐγένετο), οὐδʼ ἐκώλυσεν ἐξ ἀρχῆς, εἴπερ ἠδίκει τινὰ περιοικοδομῶν ὁ πατὴρ τὸ ἡμέτερον χωρίον, ἀλλʼ οὐδʼ ἀπηγόρευσεν οὐδὲ διεμαρτύρατο, πλέον μὲν ἢ πεντεκαίδεκʼ ἔτη τοῦ πατρὸς ἐπιβιόντος, οὐκ ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου.