Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_DERCYLUS_ARGIVUS
DERCYLUS (ARGIVUS), Fragmenta 10
Not analysed yet
Παράκειται (Ἀλφειῷ ποταμῷ) ὄρος, Κρόνιον καλούμενον ἀπ ̓ αἰτίας τοιαύτης. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος, τὰς Διὸς ἀπειλὰς ἐκκλίνων, εἰς ὄρος παρεγένετο Κτοῦρον, ὃ ἀπ ̓ αὐτοῦ Κρόνιον μετωνόμασεν· λαθὼν δὲ πρὸς ὀλίγον καιρὸν, καὶ ἀφορμῆς δραξάμενος, διῆρεν εἰς Καύκασον τῆς Σκυθίας. Γεννᾶται δ ̓ ἐν τῷ ὄρει τούτῳ Κύλινδρος καλούμενος λίθος ἀπὸ τοῦ συγκυρήματος· ὁσάκις γὰρ ἂν ἀστράψῃ Ζεὺς ἢ βροντήσῃ, τοσαυτάκις ἀπὸ τῆς ἀκρωρείας διὰ φόβον κυλίεται· καθὼς ἱστορεῖ Δέρκυλλος ἐν α’ Περὶ λίθων.