Ancient Greek
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 1
Not analysed yet
Κατὰ τὸ ἐπερώτημα τῆς ἐξ Ἀρείου πάγου βουλῆς καὶ τῆς βουλῆς τῶν ΨΝ καὶ τοῦ δήμου τῶν Ἀθηναίων, τὸν ἄρξαντα τὴν τοῦ βασιλέως ἐν Θεσμοθέταις ἀρχὴν, καὶ ἄρξαντα τὴν ἐπώνυμον ἀρχὴν, καὶ πανηγυριαρχήσαντα καὶ ἀγωνοθετήσαντα τῶν μεγάλων Παναθηναίων, οἴκοθεν ἱερέα παναγῆ, Πόπλιον Ἑρέννιον Δέξιππον Πτολεμαίου Ἕρμειον, τὸν ῥήτορα καὶ συγγραφέα, ἀρετῆς ἕνεκα οἱ παῖδες. Ἀλκῇ καὶ μύθοισι καὶ ἐν βουλαῖσι κρατίστους Ἅνδρας ἀγακλειτοὺς γείνατο Κεκροπίη· Ὦν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας Αἰῶνος δολιχὴν ἀτρεκέως ἔφρασεν. Καὶ τὰ μὲν αὐτὸς ἐπεῖδε, τὰ δ ̓ ἐκ βίβλων ἀναλέξας εὐρατο παντοίην ἱστορίης ἀτραπόν. Ἦ μέγα κλεινὸς ἀνὴρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα Ἐκτείνας, χρονίους πρήξιας ἐξέμαθεν. Φήμη μὲν περίβωτος ἀν ̓ Ἑλλάδα, τὴν ὁ νεανθὴς Αἶνος Δεξίππῳ δῶκεν ἐφ ̓ ἱστορίῃ. Τοὔνεκα δὴ καὶ παῖδες ἀγακλειτὸν γενετῆρα Μορφήεντα λίθον θῆκαν ἀμειβόμενοι.