Ancient Greek · ~14 min
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 20.1
Not analysed yet
Ἐκ τῶν Δεξίππου. Πολιορκία Φιλιππουπόλεως. Τὴν Φιλιππούπολιν, ἔστι δὲ ἡ πόλις αὕτη μεθόριος μὲν τῆς Θρᾳκῶν καὶ Μακεδόνων γῆς, κεῖται δὲ ἐπὶ τῷ Ἕβρῳ ποταμῷ, οἰκιστὴν δὲ αὐτῇ γενέσθαι λέγουσι Φίλιππον τὸν Ἀμύντου, Μακεδόνων ἄρχοντα, ἀφ ̓ οὗ δὴ καὶ τὸ ὄνομα τῇ πόλει ἐγένετο· (2) ταύτῃ δὴ οἱ Σκύθαι ὡς ἀρχαιοτάτῃ καὶ μεγίστῃ προσέβαλλον ἐς πολιορκίαν. Ἐπολεμεῖτο δὲ αὐτοῖς ὁ πόλεμος ὧδε. (3) Ὑπερφέροντες τῶν κεφαλῶν τὰς ἀσπίδας τῶν μεθιεμένων ἐν σκέπῃ εἶναι, κύκλῳ τῆς πόλεως περιῄεσαν, καταθεώμενοι ὅπῃ εὐαποτείχιστον ἢ καὶ ἐπίβατον ἐν τῇ προσαγωγῇ τῶν κλιμάκων ὑπάρχοι διὰ στενότητα ἢ καὶ χθαμαλότητα τῶν τειχῶν. (4) Καὶ τὸ μὲν πρῶτον ἐποιοῦντο προσβολὰς ἐπ ̓ ἀκροβολισμοῖς καὶ τοξείαις· οἱ δὲ ἄνωθεν ἠμύνοντο καρτερῶς, ὅπῃ πελάζοιεν οἱ πολέμιοι. (5) Αὖθις δὲ αὖ τῆς πόλεως ἐπείραζον, κλίμακας πηξάμενοι καὶ μηχανάς· τὰ δὲ μηχανήματα ἦν ξύλα πεπηγότα τετράγωνα, ἐπιτεχνήματα οἰκίσκοις ἐμφερῆ· καὶ αὐτῶν βύρσας ὑπερτείνοντες, ὡς παντὸς τοῦ μεθιεμένου ἀβλαβῶς ἔχειν προσπίπτοντες ταῖς πύλαις, σφῶν δὲ τὰς ἀσπίδας προβεβλημένοι, καὶ μετακινοῦντες αὐτὰ τροχοῖς καὶ μοχλίαις. (6) Οἱ δέ τινες ξύλα προμήκη, σιδήρῳ καταπεφραγμένα, ὡς μὴ ἀποθραύεσθαι ἐν τῇ προσβολῇ, μετεωρίζοντες ἐπείρων ἀναράσσειν τῷ τείχει· ἕτεροι δὲ κλίμακας προσερείδοντες τὰς μὲν ἐπ ̓ εὐθὺ πεπηγυίας, τὰς δὲ ὑποτρόχους, κινουμένας ἐπὶ θάτερα· αἳ δὴ ὅτε προσάγοιντο, κάλοις ἀπ ̓ ἄκρων τῶν κλιμάκων ἠρτημένοις ἀνέπτυσσον ὡς ὀρθουμένας ἐπιβάλλειν τοῖς τείχεσιν. (7) Ἦσαν δὲ οἳ καὶ πύργους ξυλίνους τῷ τείχει ὑποτρόχους ἐπῆγον, ὡς ὅτε πελάσαιεν, ἐπιβολῇ γεφυρῶν τὴν διάβασιν ἀπὸ τούτων ἐξ ἰσοπέδου ποιήσοντες. Καὶ ἥδε μὲν αὐτοῖς ἀφθονία μηχανημάτων. (8) Ἀντήρκουν δὲ πρὸς ἕκαστα οἱ Θρᾷκες, τὰ μέν τινα τῶν μηχανῶν λίθοις μεγάλοις ἁμαξιαίοις συναράσσοντες αὐτοῖς ἀνδράσι, τὰ δὲ καὶ καταπιμπράντες δᾳσὶ καὶ θείῳ καὶ πίσσῃ· τῶν δὲ κλιμάκων κατεκυλίνδουν δοκοὺς ἐγκαρσίας καὶ λίθους, ὡς ὑπὸ τῇ βιαίᾳ φορᾷ τάς τε ἀσπίδας τῶν ἐπαγόντων καὶ τὰς κλίμακας ἐν τῇ ἐμβολῇ ἀποθραύεσθαι. (9) Ὡς δὲ οὐδὲν ἐπλεονέκτουν ταῖς μηχαναῖς οἱ πολέμιοι, ἀθυμίᾳ δὴ εἴχοντο, καὶ βουλὴν τιθεμένοις ᾗ δεῖ πολεμεῖν, ἐδόκει χώματα χοῦν μετέωρα πρὸς τὴν πόλιν, ὡς εἶναι σφίσιν ἐπίσου πρὸς τοὺς ἐναντίους μάχεσθαι. (10) Ἔχουν δὲ ὧδε· ξύλα ἐκ τῶν πέριξ οἰκοδομημάτων συνεφόρουν, καὶ προβαλλόμενοι πρὸ σφῶν τὰς ἀσπίδας, ἐνέβαλλον αὐτὰ εἰς τὴν τάφρον κατ ̓ εὐθὺ καὶ περάλληλα, ὅπῃ συμβαίνει. (11) Ποιήσαντες δὲ ταῦτα, χοῦν καὶ ὅλην παντοίαν ἐπεφόρουν μεταξὺ τοῦ χείλους ἑκατέρου τῆς τάφρου. Καὶ οὕτω ταχεῖαν εἰργάσαντο τοῦ χώματος τὴν αὔξησιν. (12) Ὁρῶντες δὲ τὸ πραττόμενον οἱ Θρᾷκες, καὶ ὅτι πρὸς σφὰς τὸ χῶμα ἀντετειχίζετο, ξύλα πηξάμενοι καὶ τούτοις σανίδας προσαρτήσαντες, πρόβλημα μετέωρον ἐπὶ τῷ τειχίσματι ἤγειρον. (13) Καὶ ἐπὶ τῷδε ἐμηχανήσαντο τοιόνδε· καθῆκαν ἀπὸ τοῦ τείχους νύκτωρ ἀπὸ κάλων, ὑπ ̓ αὐτό που τὸ ἡσυχάζον, ἄνδρα εὔτολμόν τε καὶ γενναῖον, δόντες αὐτῷ φέρειν ἐπὶ τὸ χῶμα δᾷδα ἡμμένην καὶ σκεῦος, ἵνα πίττα τε ἦν καὶ θεῖον καὶ τὰ τοιαῦτα. (14) Ἐμβάλλει δὴ οὖν τὸ πῦρ τοῖς ἀνέχουσι τὸ χῶμα ξύλοις, καὶ ἀθρόα γίνεται καέντων τοῦ χώματος ἡ κατάπτωσις. (15) Ἐπεὶ δὲ καὶ ἐν τούτοις μεῖον εἶχον οἱ Σκύθαι, ἐδόκει αὐτοῖς κτείνειν τὰ ἀχρεῖα τῶν ὑποζυγίων καὶ τῶν αἰχμαλώτων ὅσοι νόσῳ ἢ χρόνῳ διὰ γῆρας ἐκακοπάθουν· κτείναντες [δ ̓] ἐνέβαλον εἰς τὴν τάφρον, καὶ ὕλην παντοίαν ἐπεφόρουν. Τὰ δὲ σώματα ἄρτι τριταῖα γινόμενα ὕψος οὐ μέτριον παρεῖχον ἐξοιδοῦντα τῷ χώματι. (16) Οἱ δὲ Θρᾷκες μέρος τι τοῦ τείχους διακόψαντες, ὅσον ἐς μέγεθος πυλίδος στενῆς, εἰσεφόρουν κατὰ τοῦτο παρὰ σφὰς ὅσαι νύκτες τὸν χοῦν· ὡς δὲ πάντῃ ἄποροι τῇ γνώμῃ ἐγίνοντο οἱ βάρβαροι, ἐδόκει ἀναχωρεῖν. Καὶ τοῦτο τῇ πολιορκίᾳ τέλος τοῖς Σκύθαις ἐγένετο.