Ancient Greek · ~20 min
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 19.1
Not analysed yet
Ὅτι Δέκιος, βασιλεὺς Ῥωμαίων . . εἶχεν τὴν Θρᾴκιον δύναμιν . . ὀρρωδῶν [μή τι νεώ] τερον γένηται περὶ τῆς ἀρχῆς τὴν κατάστασιν . . ἐπιστολῆς . . εἰς αὐτοὺς ἐπεξιέναι τοῖς πολεμίοις . . βουλόμενον τῆς δι ̓ ἀνθρώπους οὐκ ἐμφαιν . . ους ἄγειν· μὴ περαιτέρω πράσσοντες ἄνθρωποι ἀπο . . οὐκ εὐκαίρου προθυμίας τὴν πεῖραν λάβωσι . . πρὸς τὴν . . ἐπικουρίαν παραγίνεσθαι. Καὶ ὁ μὲν . . βασιλέως ἡμεροδρόμου φέρων τὴν . . Πρίσκῳ, ὃς δὴ τῆς τῶν . . ων . . ἐπί τε εἰρήνης τὰ πολλὰ ἐχρημάτισε . . τὰ τοῦ πολέμου· τὸ δὲ . . ὃς δὲ τότε πόλεμος . . . ἐμήνυσαν. Καὶ ἐπεὶ ἠθροίσθησαν . . ἐδήλου γὰρ ἡ γραφὴ τάδε. «Ὅτι ποθοῦμεν . . ὦ ἄνδρες . . ἀσφαλὲς ὄψει τῶν ὁρώντων. . μενον. Ἐπεὶ δὲ . . μὲν . . πορευόμενοι . . δὲ κατὰ πράττοντες ἂν ὑμεῖς . . . ἐμοί· εἴ γε . . διὰ τί . . εἴ τις ὑμῶν διαμέλλοιτο· ἐξαγγέλλεται γὰρ . . νεότητι οὐ κατὰ καιρὸν θαρροῦντας, καὶ τούτῳ ἔκπληξιν ἐς τοὺς ἐναντίους ἕξειν νομίζοντας, οἷα δὴ πολέμων ἀπειράτους, εὐτολμότερον αὐτοῖς μᾶλλον ἢ προμηθέστερον παρὰ τὴν ἀπουσίαν τῶν προαγωνισμάτων συνίεσθαι. Καὶ ἔστι μὲν ἁπάντῃ (οὐ πάντη̣ Β.) ὑπαίτιος ὑμῶν ἡ ἐπιχείρησις διότι καὶ ὑπὲρ καλῶν ἔργων· συνευξαίμην δ ̓ ἂν καὶ πείρᾳ δύνασθαι συμφορωτάτους γενέσθαι. Ἐπέσκεμμαι δὲ ὡς ἐν τοῖς πολέμοις τὸ ἀνδρεῖον μετὰ μὲν ἐμπιερίας ἰσχυρὸν, ἄνευ δὲ τούτου ἀσθενές· καὶ θρασύτης λογισμῶν ἄμοιρος ἡ δὲ (ἤδη̣) σὺν τῷ μὴ κατὰ καιρὸν εὐτόλμῳ ἔσφηλε. Κράτιστοι δὲ οἱ συνέσει τὸ διάφορον τῶν ἐκβησομένων εἰδότες μᾶλλον ἢ θυμῷ ἐς τὰς μάχας καθιστάμενοι. Παραινῶ μὴ δὴ ἐς τὸ ἕτοιμον τῆς γνώμης καὶ τοῦ πλήθους τὸ ἀβέβαιον ἰδόντας, τοῦ κοινοῦ τῆς ἀσφαλείας ὑφέσθαι· ἀποκινδυνεύσεται γὰρ ὑμῖν σωτηρία οὕτως ἐς μηδὲν δέον, καὶ θράττεσθαι ἡ διάνοια ὑμῶν δόξει μᾶλλον ἢ ἐπιβούλιος περὶ τῇ πάσῃ πόλει τοῦ ἐκβησομένου ἔχουσα τὴν πεῖραν. Ὑπαίτιος δὲ ὁμοίως ὅ τε ἀνανδρίᾳ τὸν ἐφεστηκότα ἀγῶνα ἐξιστάμενος, καὶ ὁ θρασύτητι ἐς τοὺς [μὴ] προσήκοντας κινδύνους ἰὼν, [παρὸν] βίον σὺν ἀσφαλείᾳ σώζεσθαι. Λογισμῷ δὲ πιστεύων ἀνὴρ βεβαιότερος ἢ ἀμαθίας σχήματι (λήματι Β.) πρὸς τὰς ἀδήλους φορὰς τῶν πραγμάτων ἐξορμώμενος. Αἵ τε ἐν τοῖς πολέμοις συντυχίαι ἢ κατὰ τὸ ἀναγκαῖον τὴν τόλμαν διδόασιν ἐξιοῦσιν ἐς τοὺς κινδύνους, ἢ ἀδείας περιουσίᾳ τὴν μετὰ τοῦ ἀσφαλοῦς σύνεσιν παρέχονται, ὡς μὴ σὺν δέει τι μᾶλλον ἠπειγμένως ἢ προμηθείᾳ πρᾶξαι. «Λογιζόμενοι δὲ τάδε μὴ ἴτε πρὸς ἄνδρας ἐς ἀγῶνα κατ ̓ ἐρημίαν τῶν συλληψομένων ἐχυρᾷ δυνάμει ἐξιόντας (ἐπιόντας̣ Β.) καὶ πολλῇ μὲν ἵππῳ, πολλοῖς δὲ ὁπλίταις καὶ ψιλοῖς παρεσκευασμένους, ἔτι δὲ πεῖραν πολεμικὴν φοβεροὺς καὶ σωμάτων ὄψει δεινοὺς, καὶ ὅπλων ἀνασείσει, ἀπειλαῖς τε καὶ βοῆς μεγέθει ἱκανωτάτους προεκφοβῆσαι τοὺς πρῶτον ἐς αὐτοὺς ἰόντας. Μὴ δὴ πρὸς τούσδε ἀποκινδυνεύσητε, ἐξὸν ἀπὸ τῶν τειχῶν σὺν ἀσφαλείᾳ ἀμύνεσθαι. Καὶ γὰρ ἡ ἐλπὶς τοῖς πρῶτον ἐς μάχην ἰοῦσιν ἰσχυρόν τι ἔδοξεν εἶναι καὶ προσαγωγότατον εἰς κατόρθωσιν· ἀλλ ̓ ἐν τοῖς περιφανεστάτοις ὤφθη *,ὅταν τῷ ἀληδ . . (ἀληθεῖ Ν.) μάχηται. Εὔδηλον δὲ δήπου, οἶμαι, ὡς κἂν τοῖς ἐξ ἴσου οὖσιν ἄνευ στρατηγοῦ κατὰ μόνας ἀποκινδυνεύειν σφαλερώτατον· τὸ δὲ ὑπὸ ἡγεμόνι τε ἄγεσθαι καὶ ἐς κοινωνίαν ἥκειν ἑτέροις τοῦ κινδύνου ἔν τε ἐνθυμήσεσι κἀν τοῖς ἔργοις ἀσφαλέστατον, ῥᾳδίαν ἔχον τὴν παρὰ τοῦ πέλας ἐπανόρθωσιν. Κρεῖττόν τε σὺν ἑτέρῳ κατορθοῦντας δόξης ἔλαττον ἔχειν, ἢ δίχα τοῦ προμηθοῦς κατὰ μόνας ἐπιχειρήσαντας σφαλῆναι. Καὶ ἀπόντος μὲν πολὺ ἀπὸ σφῶν τοῦ ἐπιβοηθήσοντος, οἷα δὴ μονωθέντας, δρᾶσαί τι σὺν εὐχερείᾳ σύγγνωμον· ἀνδρῶν δὲ οὐκ ἄπωθεν ὄντων ἄριστα πολέμῳ ὡμιληκότων καὶ πεῖραν παρασχομένων τοῦ νικᾶν, καὶ ταῦτα τὸ ἀδεὲς ἐς τοὺς κινδύνους ἐν τῷ διὰ μέσου ἐκ τῆς τῶν τειχῶν ὀχυρότητος ἔχοντας, πρᾶξαί τι παρὰ τὴν τοῦ ἄρχοντος καταίνεσιν, κἄν τῳ ἄμεινον ἐκβῇ, οὐκ ἀνεπίκλητον ἐφάνη διὰ τε τὸ δυσπειθὲς τὸ περὶ τὸν προστάξαντα, καὶ ὅτι σὺν τῷ ἀμφιβόλῳ τοῦ κινδυνεύματος ἐπεχειρήθη. «Εἰ δέ τις προαστείων τε καὶ ἐνδιαιτημάτων τέρψεως ἀποστερούμενος ἄχθεται, καὶ ὅσα πλούτου ἐγκαλλωπίσματα, γνώτω τὸ μὲν ἀλγεινὸν εἰς ὀλίγον τε καὶ ἐν ὀλίγῳ τὴν αἴσθησιν οἶσον, οἷα δὴ ἐν οἰκοδομαῖς κείμενον, καὶ ἡμῶν οὐ διὰ μακροῦ ἐπιστησομένων, ὡς (τῶν̣Β.) κωλῦσαί τε τὸν παντελῆ τούτων ἀφανισμὸν καὶ ἀναλαβεῖν αὐτὰ δαψίλειαν τῆς ἐκ τούτου χορηγίας οὐκ ἀδυνάτων, τὸ δὲ τῆς σφετέρας σωτηρίας ἐπικίνδυνον οὐκ ἰασόμενος. Ὅθεν τῇ παραυτίκα ἀχθηδόνι τὸ εἰς ἅπαν ἀσφαλὲς ἀντιτιθεὶς οὕτω λογιζέσθω, διότι μηδὲ ἐς πάντας, ἀλλ ̓ ὅσοι δυνατοὶ τὸ λυπηρὸν τὴν ἀναφορὰν ἔχει, παρ ̓ οἷς πλούτῳ ἰσχύουσι καὶ ἄνευ τοῦ ἡμετέρου ταχεῖα τῶν ἀφαιρεθέντων ἡ διόρθωσις. Παυστέον δὴ οὖν ὑμῖν τῆσδε τῆς ὁρμῆς, εἰ μήτε ἑαυτοῖς ἐπιβούλως καὶ ἐς τὸν ἄρχοντα ἐναντίως πράσσετε, καὶ εἴσω τειχῶν μενετέον. Ἡμᾶς δὲ οὔτε τῇ παρασκευῇ οὔτε ταῖς γνώμαις τῆς τῶν κοινῶν σωτηρίας ἀφεστηκότας ὀλίγων ἡμερῶν ἐπιστησομένους ἅμα τῇ δυνάμει ἐλπίζετε, καὶ εἴσω τειχῶν τὰ ἐς τὴν τοῦ ἔξωθεν ἀγῶνος κατόρθωσιν ἡμῖν μελήσει. Προαποδείκνυται δὲ οὐ πόρρω τοῦ ἀληθοῦς εἶναι τὸ ἐπάγγελμα ἐκ τῶν πρὸς Νικοπόλει πραχθέντων, εἴ γε μὴ μεγαληγορεῖσθαι δεήσει. Χρὴ δὲ ἐν τοῖς μεγίστοις τῶν ἀγώνων τούτοις συμβούλοις τε ἅμα καὶ βοηθοῖς χρῆσθαι, οἳ ἐν τοῖς φθάνουσιν ἔργοις σαφῆ τοῦ συμφέροντος ἐπιδείξωνται τὴν δήλωσιν, ἐμπειρίαν ἔργων καὶ πρὸς . . . .