Ancient Greek
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 31
Not analysed yet
«Αὕτη τῆς Ἀσσυρίων καὶ Περσῶν καὶ Μακεδόνων τῶν πρὶν μακρῷ ὑπερῆρεν ὁρισαμένη πέρατα ἑαυτῆς πρὸς μὲν ἕω Ἰνδοὺς καὶ Ἐρυθρὰν θάλατταν καὶ Νεῖλον καὶ Καταρράκτας καὶ λίμνην Μαιῶτιν· ὅσα δὲ πρὸς δυσμὰς* Ὠκεανόν τε αὐτὸν, ὃν δὴ μῦθον εἶναι τοῖς ἔργοις ἐδηλώθη, μηδὲ ἄλλως ἢ πρὸς ψυχαγωγίαν τοὔνομα αὐτοῦ παρὰ τοῖς ποιηταῖς ᾄδεσθαι· εἴγε καὶ ἡ Βρεττανῶν χώρα, ἣν περιρρέων νῆσον ἐργάζεται, νῦν εὑρεθεῖσα ἐν πέρασι τῆς Ῥωμαίων ἀρχῆς ἀριθμεῖται. Λεγέτω μὲν οὖν, ὅτῳ δοκεῖ, ὡς ἀναμφίλογοι τῶνδε πρὸς τὰ παλαιὰ αἱ ὑπερβολαὶ, πλήθει τε χειρὸς τῶν ἐπελθόντων εἰκάζοντι καὶ τόλμαις ἑκατέρων καὶ στρατηγήσεσι καὶ μηχανήσεων ἐπινοίαις καὶ τῶν ἀντιπολεμησάντων ἀρετῇ.» Δέξιππος. «Ὅτι τὴν Ῥωμαίων ἀρχὴν αἴτιον αὐξηθῆναι τὸ φιλόμαχον ἐθνῶν (τοῦ ἔθνους conj. Niebuhr.) καὶ τὸ εὐσύντακτον τῆς δυνάμεως. Πάντες γὰρ οἱ πρὸς ἑσπέραν θυμικώτεροί εἰσι τῶν ἐπὶ θάτερα κατοικούντων. Περιττεύει δὲ Ῥωμαίοις το τεταγμένον ἐν τῷ ἔργῳ καὶ τεχνικὸν, ᾧ καὶ Γαλατῶν ἐπεκράτουν, καὶ ἐν τοῖς πρὸς τους ὁμόρους πολέμοις τριβέντες καὶ περιόντες (1. τριβέντες, περιῆσαν) τῶν [μὲν] βαρβάρων τῇ συντάξει, τῶν δὲ Ἑλλήνων φύσει καὶ ἀνδρείᾳ.»