Ancient Greek · ~7 min
1 to 12
Dialexeis, Fragmenta 1-2-12
Not analysed yet
((1)) λέγονται δὲ καὶ περὶ τῶ καλῶ καὶ 〈τῶ〉 αἰσχρῶ δισσοὶ λόγοι. τοὶ μὲν γάρ φαντι, ἄλλο μὲν ἦμεν τὸ καλόν, ἄλλο δὲ τὸ αἰσχρόν, διαφέρον, ὥσπερ καὶ τὤνυμα, οὕτω καὶ τὸ πρᾶγμα· τοὶ δὲ τωὐτὸ καλὸν καὶ αἰσχρόν. ((2)) κἀγὼ πειρασεῦμαι, τόνδε τὸν τρόπον ἐξαγεύμενος. αὐτίκα γὰρ παιδὶ ὡραίωι ἐραστᾶι μὲν [χρηστῶι] χαρίζεσθαι καλόν, μὴ ἐραστᾶι δὲ [καλῶι] αἰσχρόν. ((3)) καὶ τὰς γυναῖκας λοῦσθαι ἔνδοι καλόν, ἐν παλαίστραι δὲ αἰσχρόν (ἀλλὰ τοῖς ἀνδράσιν ἐν παλαίστραι καὶ ἐν γυμνασίωι καλόν). ((4)) καὶ συνίμεν τῶι ἀνδρὶ ἐν ἁσυχίαι μὲν καλόν, ὅπου τοίχοις κρυφθήσεται· ἔξω δὲ αἰσχρόν, ὅπου τις ὄψεται. ((5)) καὶ τῶι μὲν αὐτᾶς συνίμεν ἀνδρὶ καλόν, ἀλλοτρίωι δὲ αἴσχιστον· καὶ τῶι γ’ ἀνδρὶ τᾶι μὲν ἑαυτῶ γυναικὶ συνίμεν καλόν, ἀλλοτρίαι δὲ αἰσχρόν. ((6)) καὶ κοσμεῖσθαι καὶ ψιμυθίωι χρίεσθαι καὶ χρυσία περιάπτεσθαι, τῶι μὲν ἀνδρὶ αἰσχρόν, τᾶι δὲ γυναικὶ καλόν. ((7)) καὶ τὼς μὲν φίλως εὖ ποιὲν καλόν, τὼς δὲ ἐχθρὼς αἰσχρόν. καὶ τὼς μὲν πολεμίως φεύγεν αἰσχρόν, τὼς δὲ ἐν σταδίωι ἀνταγωνιστὰς καλόν. ((8)) καὶ τὼς μὲν φίλως καὶ τὼς πολίτας φονεύεν αἰσχρόν, τὼς δὲ πολεμίως καλόν. καὶ τάδε μὲν περὶ πάντων. ((9)) εἶμι δ’ 〈ἐφ’〉 ἃ ταὶ πόλιες· [τε] αἰσχρὰ ἅγηνται καὶ τὰ ἔθνεα. αὐτίκα Λακεδαιμονίοις τὰς κόρας γυμνάζεσθαι 〈καὶ〉 ἀχειριδώτως καὶ ἀχίτωνας παρέρπεν καλόν· Ἴωσι δὲ αἰσχρόν. ((10)) καὶ 〈τοῖς μὲν〉 τὼς παῖδας μὴ μανθάνειν μωσικὰ καὶ γράμματα καλόν· Ἴωσι δ’ αἰσχρὸν μὴ ἐπίστασθαι ταῦτα πάντα. ((11)) Θεσσαλοῖσι δὲ καλὸν τὼς ἵππως ἐκ τὰς ἀγέλας λαβόντι αὐτῶι δαμάσαι καὶ τὼς ὀρέας· βῶν τε λαβόντι αὐτῶι σφάξαι καὶ ἐκδεῖραι καὶ κατακόψαι, ἐν Σικελίαι δὲ αἰσχρὸν καὶ δώλων ἔργα. ((12)) Μακεδόσι δὲ καλὸν δοκεῖ ἦμεν τὰς κόρας, πρὶν [ἀνδρὶ] γάμασθαι, ἐρᾶσθαι καὶ ἀνδρὶ συγγίνεσθαι, ἐπεὶ δέ κα γάμηται, αἰσχρόν· Ἕλλασι δ’ ἄμφω αἰσχρόν.