Ancient Greek
Chapter 3
Didymus Alexandrinus, Mensurae marmorum ac lignorum 3
Not analysed yet
Μάρμαρον μῆκος ποδῶν Ϛ΄, πλάτος ποδῶν ε΄, πάχος ποδὸς α΄. εὑρεῖν πόσων ποδῶν στερεῶν ἐστι τὸ μάρμαρον· ποίει οὕτως· τὰ μῆκος ἐπὶ τὸ πλάτος γίνεται λ΄· ταῦτα ἐπὶ τὸ πάχος, τουτέστιν ἐπὶ τὸ ἓν ,λ΄· τοσούτων ἔσται ποδῶν στερεῶν τὸ μάρμαρον.