Ancient Greek
132.7
Didymus, didymus_schmidt 132.7
Unproofread scanNot analysed yet
O 86 Ἀρίσταρχος σημειοῦται, ὅτι οὕτως μόνως γραπτέον δέπασσιν. φησὶ γοῦν ἐν τοῖς ἐξῆς· Θέμιστι δὲ καλλιπαρήρ δέκτο δέπας, ἐν ἐνίοις δὲ· καλεόν τέ μιν εἰς ἕκαστος. οὐκ εὖ. ἰδίαν γὰρ ἔχει καθέδραν. πῶς οὖν πρὸς ἑαυτὸν ἕκαστος καλεῖ; ἐπὶ μὲν τῆς Ἰρίδος ἀρμόζει τῆς πρὸς τοὺς ἀνέμους παραγεγονυίας (Ψ 203). Ἄλλὰ μὴν οὐδ’ ἐπέεσσι γραπτέον· ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον· ὁ δὲ Θράξ Λιονύσιος παραλειφθᾶι φησι τὸ σημεῖον, ὅτι διὰ παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην