Ancient Greek
143.3
Didymus, didymus_schmidt 143.3
Unproofread scanNot analysed yet
18. αὐτὰρ ὁ δουρὲ· Ἀρίσταρχος ἄνευ τοῦ ἄρθρου αὐτὰρ δουρὲ. οὕτως καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Καλλιστράτου, καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται. καὶ ὁ Ἰκίων ἐν τῷ α πρὸς τὰς ἐξηγήσεις ὁμοίως προσφέρεται. ἔχει δὲ τὸν Ὀμηρικὸν χαρακτῆρα καὶ ἡ σὺν τῷ ἄρθρῳ γραφή, καίπερ οὐχ οὖσα Ἀριστάρχειος. σῦνθης γὰρ τῷ ποιητῇ ἐπὶ τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν, ὡς περὶ ἕτερον διαλέγοιτο, προσθέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ τοῦ Κύκλωπος ἄκθ δέ μιν ὕπνος ἤρει πανδαμάτωρ· ὁ δ᾽ ἐξεύγετο οἰνοφάρειαν (Od. ι 372), ἀντὶ τοῦ καὶ ἐρεύγετο. Α. Cf. BL τὸ αὐτὰρ παρὰ Ζηνόδοτῳ καὶ τοῖς ἄλλοις οὐχ ἐπάγεται τὸ ἄρθρον πτῆ.