Ancient Greek
155.8
Didymus, didymus_schmidt 155.8
Unproofread scanNot analysed yet
203. χέραιε· δίχα τοῦ ρ Ἀριστοφάνης. Α. χωρὶς τοῦ ρ μέμνηται καὶ Ἡρφδιανός. L. 212. ἐν τισι γράφεται αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξ. γελοῖον δὲ πυρὸς ἄνθος, ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος. Α. ἄλλως· ἔνιοι γράφουσιν αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο, δὲ φλόξ. ὁ δὲ Ἀρίσταρχος ταύτην προέκρινεν. ἔνιοι δὲ γράφουσιν αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐμαρήνατο, παύσατο δὲ φλόξ. LV. cf. 401.