Ancient Greek
182.6
Didymus, didymus_schmidt 182.6
Unproofread scanNot analysed yet
721. μένοντες· Ἀριστοφάνης δυικῶς μένοντε. A. [751. οὐδὲ τέ μιν. Ἀριστοφάνης οὐδὲ τί μιν. V.] Σ. 10. 11. ἐν τῇ ᾿Ριανοῦ καὶ Ἀριστοφάνους οὐκ ἦσαν οἱ β, ὅσως ἐπεὶ οὐκ ἦν Μυρμιδὼν ὁ Πάτροκλος· Λοχρὸς γὰρ ἦν ἐξ Ὀποῦντος. δεῖν δὲ φησιν ὁ Ἀρίσταρχος οὕτως αὐτὸν παραδέχεσθαι, τὸν μετὰ τὸν ἄριστον τῶν Μυρμιδόνων. καὶ κατὰ τινὰς δὲ τῶν μεθ᾿ Ὀμηρον Ἀκτωρ ὁ πατὴρ τοῦ Μενοίτιον λέγεται λαβεῖν Αἰγιναν, ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν Ὀποῦντι. οὕτως οὖν γίνεται τὸ ἄνεκαθεν Μυρμιδὼν ὁ Πάτροκλος. δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετὰ τὸν Ἀχιλλέα ἡγήσασθαι τῶν Μυρμιδόνων. πῶς δέ, φασί, τοῦτο πεπυσμένος παρὰ τῆς μητρὸς ἐπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον; ὅτι κτλ. A.